Κλίμαξ οὐρανομήκης σαφῶς, ἡ πολιτεία σου θεόφρον γεγένηται, δι’ ἧς περ πρὸς ὕψος ἤρθης, καὶ τῷ Δεσπότῃ Χριστῷ, ὀμιλεῖν παμμάκαρ κατηξίωσαι, τὸν νοῦν ἐλλαμπόμενος, ταῖς ἐκεῖθεν ἐλλάμψεσι, μαρμαρυγαῖς δέ, ταῖς αὐτοῦ φωτιζόμενος, τὴν ἰσάγγελον, ἐκομίσω φαιδρότητα, ὦ καὶ νῦν παριστάμενος, ἱκέτευε Ὅσιε, τοὺς ἐκτελοῦντας την θείαν, και πανσεβάσμιον μνήμην σου, σὺν σοὶ παραστῆναι, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
...έκανες κου πε πε;